TLG 3187 001 :: GEORGIUS :: Anacreontea GEORGIUS Gramm., fiq Georgius Choeroboscus Anacreontea Source: Bergk, T. (ed.), Poetae lyrici Graeci, vol. 3. Leipzig: Teubner, 1882: 364–375.
Citation: Fragment — (line) | ||
1(1t) | Τί εἴποι ἡ Ἀφροδίτη τῆς Ἀθηνᾶς φυτευσάσης ἐλαίαν, καὶ ἀνελ‐ | |
2t | θόντος ῥόδου; | |
---|---|---|
1 | — — — — — — — | |
1 | — — — — — — — | |
1 | Ὁ Ἔρως χάριν συνάπτων πόρε μοι ῥόδον Κυθήρῃ, ἵνα σὺν πόθοις χορεύω Ἑλικῶνι, σὺν βελέμνοις. | |
5 | Φλογερὸν βέλος τινάσσει τὸ γένος τὸ τῶν Ἐρώτων. Ἀπ’ ἐμῶν ῥόδων προῆλθες, ἀπ’ ἐμοῦ φέρεις τὸ κάλλος, ἵνα σε πλέον τὸ κέντρον | |
10 | ῥοδέοις φυτοῖς δαμάσσῃ. Ἄχρι τὶς μάθῃ, τὸ κρεῖσσον ἀγνοῶν δοκεῖ κακίζειν· ὅτε δὲ χρόνῳ νοήσῃ, | |
τὶ πρὶν οὐ μάθεν στενάζει. | 364 | |
15 | Τὸ καλὸν φύσει μαθοῦσα, μάθε καὶ πόθεν τὸ κρεῖσσον. Τὸ ῥόδον πάλιν προλάμπει Χάριτας κλάδοις χαράσσον· ὃ γὰρ ἡ φύσις προσεῦρεν | |
20 | τὸ ῥόδον μόνον προσεῦρεν. Γλυκερὸν ῥόδον προῆλθεν, γλυκερὴν χάριν κομίζει, κοτίνου δὲ πικρὸν ἄνθος γλυκεροῖς κλάδοις καλύπτει. | |
25 | Φύσεως μόνην κρατοῦσαν Παφίην ἔδειξε πάσης δροσόεν ῥόδον κρατῆσαν στιβαρῶν κλάδων ἐλαίης. Τὸ ῥόδον φυτῶν τὸ κάλλος | |
30 | παλάμαις τεαῖς λαβοῦσα, Παφίης μελῶν, Ἀθήνη, ἐρατοὺς χοροὺς μετέρχου. Παφίην μόνην Ἀθήνης κρατέειν ῥόδον διδάσκει. | |
35 | Δότε μοι ῥόδον φυτεύσω, ἵνα καὶ ῥόδον προέλθῃ, ὅτε δὲ τραπῇ πρὸς ἄλλο, τότε Παλλάς ἐστι κρείσσων. Τί λέγουσιν Ἀφροδίτην | |
40 | βυθίοις ἁλὸς γενέσθαι, ὅτε καὶ πλέον με γαῖα διὰ τοῦ ῥόδου σεβίζει; Ἔτι παρθένος καλεῖσθαι τάχα νῦν θέλεις, Ἀθήνη· | |
45 | μάθε τοὺς πόθους Κυθήρης ἵνα καὶ ῥόδου κρατήσῃς. Ἀρετῆς πόσης μετέσχεν, ὅτ’ ἂν εἰς ῥόδον μετῆλθεν τὸ φυτὸν τὸ τῆς Κυθήρης | |
1(50) | ὅτε τὴν ἄκανθαν εἷλξεν. Πρόφασις πέλει ποθούντων τὸ ῥόδον τὸ τῆς Κυθήρης. Πάλιν ὁ χρόνος κομίζει γλυκερὸν φάος χορείης, | |
55 | λογικοῖς λόγοις κρατοῦντες, τελετῆς νόμον τεκόντες. Σταχυηκόμος δὲ γαῖα, ἅτε Κύπριδος τὸ ἄνθος, νοτερὴν ἄνοιγε βῶλον, | |
60 | ῥόδον οὐ στάχυν φέρουσα. Λιβάνου κλέος Κυθήρη, Χαρίτων ὅπου τὰ τόξα· Μαραθὼν ἔρως Ἀθήνης, σοφίης ὅπου τὰ τόξα· | |
65 | Ὁ γέρων Ἔρως χορεύει ῥόδον εἰς χάριν συνάπτων. Ἐδάης τὰ νῦν, Ἀθήνη. καλύκων σθένος Κυθήρης, ῥόδα Κύπριδος χορεύει, | |
70 | ὅτι Παλλάδος κρατοῦσιν. Παφίη, χόρευε μούνη, ὅτι καὶ μόνη διδάχθης κρατέειν σοφῆς Ἀθήνης φλογεροῖς ῥόδοις τυπείσης. | |
75 | Φλογεροῖς ἐμοῖσι κέντροις βροτέη φύσις κρατεῖται· μάθε, Παλλάς, ἐξ Ἐρώτων, ὁπόσον σθένος Κυθήρης. Ἐδάης ῥόδου τὸ ἄνθος, | |
80 | μάθε καὶ πόθου τὸ κέντρον. Πτόλις ἐστὶν Ἀφροδίτης μεγάλαι σοφῶν Ἀθῆναι, ὅτι Κύπριδος προσῆλθε | |
τὸ φυτὸν τὸ τῆς ἐλαίης. | 365 | |
85 | Ὅτε μῆλον ἔσχε Κύπρις, κλέος ἄφθιτον προσεῦρεν, πλέον ἄστατον δὲ μᾶλλον φθόνον ἐκ θεῶν ἁπάντων. Τὸ ῥόδον πλέος με μήλου | |
90 | σοφὸν εἰς κλέος κομίζει. Βελέων Ἔρωτος οἶδεν τὸ ῥόδον πλέον με τέρπειν, ὅτι Παλλάδος κρατῆσαν Παφίῃ κλέος προσάπτει. | |
95 | Ἄγαμαι φύσιν πετήλων, κάλυκας πλέον γεραίρω διὰ τῶν ῥόδων γὰρ ἄρτι σοφίης κρατοῦσα λάμπω. Παλάμαις ῥόδον λαβοῦσα | |
1(100) | ποτὶ σὰς κόμιζε ῥῖνας, ἵνα τὴν χάριν λαβοῦσα ῥοδόεσσά τις φανείης. Τὸ φυτὸν τὸ τῆς Ἀθήνης Παφίης κάλυξ ἐτύχθη, | |
105 | ἵνα τῶν ὅλων φανείη νοερῶς μόνη κρατοῦσα. Φλογερὸς πέφυκεν οἶστρος, φλογερώτερον δὲ τούτου καλύκων πέφυκεν ἄνθος | |
110 | σοφίης ἄνασσα μάρτυς. Σοφίης ἄνασσαν ἄρτι τὸ ῥόδον φανὲν διδάσκει, ὅτι Κύπριδος τὰ πάντα. Ἔμαθεν τὰ νῦν Ἀθήνη | |
115 | γλυκεροὺς κλάδους Ἐρώτων, ἔμαθεν σθένος Κυθήρης, φρονέει τὰ τῶν Ἐρώτων. Τρομέεις τὰ νῦν κρατοῦσα φλογεροῦ ῥόδου τὸ κέντρον· | |
120 | Παφίης γάρ ἐστι τέκνον, ὅ σε τοῖς δόλοις δαμάζει. Πολέμων ἄνασσα Παλλάς, σθεναρῶν βελῶν κρατοῦσα, ῥοδέοις ὅπλοις ἐλήφθης, | |
125 | ἐδάης μάχην Κυθήρης. Ἐδόκεις κρατεῖν, Ἀθήνη, ἔλαβες δὲ πεῖραν ἄρτι καλύκων λαβοῦσα κέντρον· πάλιν ἂν θέλῃς ἀνάπτω. | |
130 | Τὸ γένος τὸ τῆς Κυθήρης μακάρων ὅλων ἀνάσσει. Βλέπε, Παλλάς, Ἀφροδίτης τὸ ῥόδον τὸ μικρὸν ἄνθος κραδίης τεῆς κρατῆσαν | |
135 | δροσερὸν βέλος κομίζον. Κραδίην θεῶν ἰαίνει τὸ ῥόδον τὸ τῆς Κυθήρης· λάβε μικρὸν ἄρτι γεῦμα, ἵνα σὸν κέαρ κρατήσῃ. | |
140 | Τὸ κράτος τὸ τῆς Ἀθήνης ὁ κάλυξ ἔδειξεν οὐδέν· ὅθεν ἀρτίως προλάμπων Παφίῃ δίδωσι χάρμα. Ὁ γλυκὺς κάλυξ ἐδείχθη | |
145 | μεγάλης θεᾶς Ἀθήνης τελέως φυτοῦ κρατήσας. Κρατέουσα νῦν Ἀθήνης Παφίη θέλω κρατῆσαι Ζυγίης· μόνη γὰρ αὕτη | |
1(150) | παλάμας ἐμὰς προφεύγει. Ῥόδον ἐκ φρενῶν Ἀθήνης | |
ἐφάνη μόνον κρατῆσαν· τάχα που ῥόδον κομίζει δροσερὰς φρένας φυτοῖσι. | 366 | |
155 | Βραδέως ἔγνως τὸ κρεῖσσον, βραδέως δὲ γνοῦσα, Παλλάς, ταχέως δίδου βεβαίαν κραδίαις τεαῖσι πίστιν. Πολέμοις κόμιζε μᾶλλον | |
160 | σάκος ἐκ ῥόδων, Ἀθήνη, Δαναῶν ὅπως τις εἴποι· Παφίην ὁρῶμεν ἄλλην. Φρονέεις πλέον λαλοῦσα τὸ ῥόδον τὰ νῦν, Ἀθήνη. | |
165 | Ὁ Ἔρως ὁ τῆς Κυθήρης, τὸ ῥόδον πάλιν Κυθήρης· κατέχω δύο κρατοῦντας· ὁ θέλων μάχην συνάψει. | |
2(1t) | Τί εἴποι ἡ Ἀφροδίτη τῆς Ἀθηνᾶς διὰ ῥόδου πεισθείσης βοηθῆσαι | |
2t | τοῖς Τρωσίν; | |
1 | Καλύκων χάριν λαβοῦσαν θεράπαιναν Ἀφροδίτην ῥοδέην δέδεξο, Παλλάς, ἵνα γνῷς πόθεν τὸ κρεῖσσον. | |
5 | Σοφίης Ἔρως ὁ λάτρις, Χάριτες πάλιν σὺ οἴστρῳ· ἔχε, Παλλάς, Ἀφροδίτης γλυκερὴν ὅλην γενέθλην. Δαναοῖς, θέλεις, ἀμύνω, | |
10 | Φρυγίοις πάλιν ἀρήγω· μερόπων τί μοι τὸ φίλτρον φιλίης τεῆς τυχούσῃ; Φέρε πάντα τῶν Ἐρώτων· τί δέ σοι χρέος στενάζειν; | |
15 | ἐχέτω μάχην τὸ θνητόν, μακάρων πόθον τὸ φῦλον. Ἀγαπᾶν θεοῖς προσήκει, ἀπαθὴς φύσις γὰρ ὤφθη· τὸ πάθος πρέπει βροτοῖσιν, | |
20 | χαλεπὴν ἔριν τελέσσαι Ποταμῶν θάλασσα πάντων δέχεται μόνη τὸ ῥεῦμα, Παφίη δὲ τῶν Ἐρώτων ἀρετὰς χάριν κομίζει. | |
25 | Τὸ γένος τὸ τῶν Ἐρώτων κρατέει δοκοῦν λατρεύειν. Φρυγίοις ἔλαμψεν ὥρη ῥοδέης γέμουσα νίκης· σοφίη πόθοις ἐπείσθη | |
30 | Δαναοὺς μόνους ὀρίνειν. Μέγα νῦν κλέος προσεῦρον. ξένα Παλλὰς ἔργα πτήσσει, ῥοδόεν στέφος κρατοῦσα | |
Παφίης πόνους γεραίρει. | 367 | |
35 | Διός ἐστιν Ἀφροδίτη, ὁ Ἔρως πάλιν Κυθήρης· ὁ θέλων Ἔρωτα νικᾶν Διῒ τὴν μάχην συνάψει. Ὅπερ οὖν πάρος δοκεύω, | |
40 | γελόωσα νῦν δοκεύω· ὅπερ οὐ πόθος προσεῦρεν, Παφίης ῥόδον προσεῦρεν. | |
3(1t) | Τί εἴποι ὁ Ἄρης τῆς Ἀφροδίτης τρωθείσης ὑπὸ ἀκάνθης ῥόδου; | |
1 | Τὸ ῥόδον δύω τιτρώσκει, σὲ μὲν ἐς δέμας, Κυθήρη, ἐμέθεν δ’ ἔπληξεν ἦτορ, ὅτι σοι πόνους προπέμπει. | |
5 | Φέρε τὴν ἄκανθαν ἕλξω ἀπὸ σῶν μελῶν, Κυθήρη, ἵνα μὴ πλέον τυπεῖσα μεταδῷς Ἄρηϊ κέντρον. Τὸ σὸν ἄνθος, ὦ Κυθήρη, | |
10 | ἴσον ἐστὶ τῇ μελίσσῃ, ὅτι καὶ πόνους κομίζει φέρον ἡδονὴν τὸ κέντρον. Παφίην ῥόδον τιτρώσκει, τὸ ῥόδον δὲ νῦν τὸ πλῆττον | |
15 | ποτέροις πόθοις ἐτρώθη, ὅτι Κύπριδι προσῆλθεν; Ῥοδέην ἄκανθαν εἴθε Κρονίδης Ἄρηα τεῦξεν, ἵνα σῶν μελῶν μετάσχω | |
20 | γλυκερῷ βαλών σε κέντρῳ. Ἐπ’ ἐμὸν δέμας, Κυθήρη, φέρε σου βάδισμα πέμψον, ἵνα μὴ πάλιν σε πλήξῃ χλοεροῦ δένδρου τὸ κέντρον. | |
25 | Μάθε τοῦ ῥόδου τὸ νύγμα, μάθε τῶν πόνων τὸ κέντρον, ἵνα τοῖς πόθοις κρατοῦσα ὑπὸ τῶν ῥόδων κρατύνῃ. Χθονίῳ βραχεῖ βελέμνῳ | |
30 | Παφίην Ἔρως δαμάζει, γλυκερὸν βέλος φυτεύει ῥόδον, ὃ κρατεῖ ποθούντων. Ἀπὸ σῶν αἷμα μελῶν στάξε, Κυθήρη, γλυκερῶς ἡμετέρων ἔνδοθι κόλπων. | |
35 | Τί ποθεῖς πόθων κρατοῦσα τὸν Ἄδωνιν οὐ ποθοῦντα, τὸν Ἄρην δὲ καὶ ποθοῦντα στυγέεις, καλὴ Κυθήρη; Βροτός ἐστιν, ὃν διώκεις, | |
40 | Παφίη, τὰ νῦν ποθοῦσα· θεὸς οὖσα δὲ στενάξεις θεὸν ὄντα με στυγοῦσα. Ἐθέλω, θέλω δαμῆναι ῥοδόεντι σῷ βελέμνῳ· | |
45 | μόνον, ὦ θεῶν κρατοῦσα, τέλεσον χάριν ποθοῦντι. Ὁ Ἔρως Ἄρην δαμάζει παρέχων πόνους Κυθήρῃ. Χαρίτων χάριν κομίζει | |
3(50) | τὸ ῥόδον, τὸ πῦρ, τὸ κέντρον, τὸ βέλος τὸ τῶν Ἐρώτων, ὅ τι καὶ Κύπριν δαμάζει. Τὸ ῥόδον τάχα προῆλθεν φέρον ἐκ φθόνου τὸ τύμμα, | 368 |
55 | ὅτι μῆλον Ἀφροδίτη ἕτερον φυτὸν γεραίρει. Ὅτε καὶ Κύπρις δονεῖται, τότε καὶ ῥόδον ποθεῖται. Βελέων μάτην ἀνάσσω· | |
60 | τί δέ μοι χρέος φαρέτρης, ὅτε τὴν ἐμὴν Κυθήρην ῥοδόεν βέλος δαμάζει; Ἔλαβεν Κύπρις τὸ τύμμα ἐπὶ γῆς, ἐγὼ δὲ κέντρον, | |
65 | ὅτι τοὺς πόνους Κυθήρης ἔλαβον, ποθῶν Κυθήρην. Φαέθων Κύπριν δαμάζει, λέχος οἶδεν ἐξελέγχειν, ἔχον ἡλίου τὸ κέντρον | |
70 | τὸ ῥόδον Κύπριν δαμάζει. Τὸ ῥόδον Κύπριν δαμάζει, ὅτι κάλλος εὗρε μεῖζον. Ὁ Ἔρως σε, Κύπρι, βάλλει, τὸ ῥόδον δὲ ταῖς ἀκάνθαις, | |
75 | ἵνα πως λάβωσι πεῖραν ἀπὸ σοῦ θεῶν ἀνάσσειν. Κατὰ σοῦ τὰ τόξα τείνει, νόθον οὐ πέφυκε τέκνον ἀπὸ τῶν δρυῒ τραφέντων | |
80 | πάλιν ἢ πέτρᾳ στραφέντων. Ὁ λέων φέρων τὸ κέντρον ἴδιον δέμας τιτρώσκει· Παφίη, ῥόδοισι βάλλεις γλυκερὸν σέθεν τὸ σῶμα. | |
85 | Ἰδίοισιν ἀγριοῦται ὁ λέων τυπεὶς βελέμνοις· Παφίη δὲ ταῖς ἀκάνθαις πολὺ μᾶλλον ἠγριώθης. Γενεὴν τεὴν οἰδάσκεις, | |
90 | ἵνα τῶν θεῶν κρατήσῃς. Γλυκερὸν ῥόδου τὸ τύμμα γλυκεροὺς πόνους προπέμπει, τὸ δὲ τύμμα σόν, Κυθήρη, φλογεροὺς πόνους προπέμπει. | |
95 | Μέγα θαῦμα νῦν δοκεύω, ὑπὸ τοῦ ῥόδου κρατεῖται Παφίη, κρατοῦσα πάντων μερόπων θεῶν τε φύτλης· Παφίης, Ἔρως, ὁπλίζου | |
3(100) | παλάμαις βέλος κομίζων, τὸ ῥόδον τὸ τῆς Κυθήρης ἀθετεῖ τὰ νῦν Κυθήρην. Βελέων ἄπειρον ὤφθη τὸ ῥόδον τὸ σόν, Κυθήρη, | |
105 | τεὸν εἰ μάθῃ δὲ κέντρον, τρομερὸν νόον κομίσσει. Ὀλίγον ῥόδον Κυθήρης ὀλίγους δίδωσι μόχθους, ὁ δὲ βαιὸς Ἀφροδίτης | |
110 | μεγάλους Ἔρως προπέμπει. Τὸ ῥόδον ῥόδον τιτρώσκει· τί καλὴ πέφυκε τέρψις; τὸ ῥόδον δὲ ποῖον εἴπω, ἀπορῶ μὰ τὴν Ἀθήνην. | 369 |
115 | Ἐδάης πόνων τὸ κέντρον, μάθε μὴ πόνοις με βάλλειν. Ὁ Ἔρως δίκαια πράττει, ὁρόων γὰρ Ἀφροδίτην νόον ἄστατον λαχοῦσαν, | |
120 | ῥοδέοις ἔνυξε κέντροις. | |
4(1t) | Τί εἴποι ὁ Ἀπόλλων κατατρέχων τῆς Δάφνης | |
2t | καὶ ἐμποδισθεὶς εἰς ἄκανθαν ῥόδου; | |
1 | Γενεὴν ῥόδων φανεῖσαν δότε μοι δρέπειν μανένατα· τί μάτην δὲ τοῦτο πράττω; ὁ χρόνος φέρει γὰρ ἄλλα. | |
5 | Κιθάρης μέλος δονήσω κραδίης πόνους συνᾴδων, ἐλαφρίζεται γὰρ οἶστρος, ὅταν ἐκ βάθους ἀνέλθῃ. Πτερόεις Ἔρως ὑπάρχων | |
10 | μετέωρον αἶρε Φοῖβον, ἵνα μὴ τὸ μικρὸν ἄνθος ἀπὸ σοῦ δρόμου με παύσῃ. Χθόνα καὶ πόλον τοσοῦτον Φαέθων ἐγὼ κυκλεύω. | |
15 | πόθεν οὖν, πόθεν κρατοῦμαι ἁπαλὴν κόρην πιέζειν; Λέγε μοι, ῥόδον Κυθήρης, τί τὸ τραῦμα μου βαθύνεις; πυρὶ πῦρ τί νῦν προσάπτεις | |
20 | δροσερῆς Δάφνης στεροῦν με; Κύκνε, σὺ δραμὼν πτεροῖσι λέγε τῇ Δάφνῃ τρεχούσῃ, ἵνα μοι φίλημα πέμψῃ λεχέων, ἀφ’ ὧν στερεῖ με. | |
25 | Φιλοκερτόμως με παίζειν ἐνόησα τὴν Κυθήρην. Ὁ Ἔρως τρέχειν διδάσκει, σύ, ῥόδον, τρέχοντα παύεις· γενεὴν μίαν λαχόντες | |
30 | κατ’ ἐμοῦ διχῶς φρονεῖτε. Σύ, Κύπρις, πόθοις με θέλγεις, | |
σύ με καὶ ῥόδοις κατέσχες· τί με τοῖς πόθοις διώκεις, τί πάλιν ῥόδοις κρατεῖς με; | 370 | |
35 | Τὸ ῥόδον τὸ τῆς κυθήρης Παφίης πλέον δαμάζει· ὅτε γὰρ συνῆλθε Κύπρις, τὸ ῥόδον τότε φθονεῖ μοι. Ἀμελῶ πόθου κρατοῦντος· | |
40 | τὸ ῥόδον πλέον με τέρπει, ὅτε καὶ Δάφνην ἐάσω. | |
5(1t) | Τί εἴποι ἡ Φαίδρα ὁρῶσα τὸν Ἱππόλυτον ἐστεμμένον ῥόδοις; | |
1 | Τὶ καλὸν χρόνον δοκεύω, Παφίην ὁρῶ τυχοῦσαν· ὁ ποθούμενος γὰρ ἄρτι ῥοδόεν στέφος κομίζει. | |
5 | Ὀλίγην Ἔρωτος αἴγλην, Παφίη, ῥόδοισι μῖξον, ἵνα τοὺς πόνους νοήσας φλογερὸν λέγῃ φαρέτρην. Χαρίεις Ἄδωνι χαίροις, | |
10 | διὰ σοῦ ῥόδον γὰρ ἄνθος φλογεροὺς πόνους προπέμπον κραδίην ἐμὴν ἰαίνει. Ῥόδον ἤθελον γενέσθαι, ἵνα μετρίως τυχοῦσα | |
15 | ἐπικειμένη μετώποις μετεβαλλόμην φιλοῦσα. Χαρίτων φέρει τὰ τερπνά, ὅτε τις φιλῶν ποθεῖται. | |
6(1t) | Ἄλλο εἰς τὸν αὐτόν. | |
1 | Ἐπ’ ἐμοὶ πανδαμάτωρ ὅπλα κορύσσει, ἐπ’ ἐμοὶ πάντα βέλη νεῦρα τινάσσει, ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης φορέων ἐν κροτάφοις ἀμφιπολεύει. | |
5 | Χρονίων, Κύπρι, πόθων ἵλαθι Φαίδρης, φλογερῆς παῦσον ἐμῆς οἶστρον ἀνάγκης, ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης φορέων ἐν κροτάφοις ἀμφιπολεύει. Κορυφαῖς ἀνθοφόροις παίξατε θῆρες, | |
10 | βελέων παυσαμένων ἰοχεαίρης, ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης φορέων ἐν κροτάφοις ἀμφιπολεύει. Μὰ τοὺς Ἔρωτας νῦν ἀριθμὸν γὰρ μέγαν χρεὼν ὀνομάζειν εἰκότως, βλέπουσά γε | 371 |
15 | τὸν χθὲς μὲν ἄκανθαν, σήμερον δὲ τοῦ ῥόδου ἔσχον ὑγίειαν τῶν ποθούντων φαρμάκων. Γλυκὺ Θησέως τὸ τέκνον βάλε καὶ λόγοις με, Κύπρι, ἵνα πᾶν μέλος συνᾴδῃ, | |
20 | ἀκοή, φρένες σὺν ὄψει. Ὁ πόθος πόθοις ἐρίζει, ἀγαθὸν πέφυκε νεῖκος· φλέγε πῦρ, ἐγὼ κομίζω, φλέγε πῦρ, τὸ πῦρ τὸ καῖον. | |
25 | Στεφάνους τί νῦν κομίζεις; ῥόδα φαιδρὰ δέξο, Φαίδρα· ἐὰν ὀκλάσῃς ἀφάσσων, τότε μανθάνεις τὸ κρεῖσσον. Ἀρετῆς πόθεν μετέστη | |
30 | γενέτης τεὸς τοσαύτης; λαβύρινθε, μαρτύρει μοι, ὅτι τὸ κράτος Κυθήρης. Ἀνέμων πνοαῖς ἐρίζω, πελάγους βάθος διώκω, | |
35 | λιμένας φίλους δοκεύσω· ἕνεκεν τίνος πλανῶμαι; Ὁ φιλῶν ὅτε στυγεῖται, ἀέρος σκιὰν διώκει, καμάτους φέρων ἀΰπνους. | |
40 | Παφίης Ἔρωτα φεύγων, Παφίης ῥόδοις τί τέρπῃ; φιλέων ῥόδον Κυθήρης, | |
ἔχε καὶ νόον Κυθήρης. Παφίη, πόθων ἀνάσσεις, | 372 | |
45 | Παφίη, κρατοῦσα δεῖξον, ἵνα τοῖς τεοῖς βελέμνοις φιλίης γένοιτο τέρψις. Στυγέων Ἔρωτος ἔργα, φρένα σὴν ῥόδοις νοθεύεις· | |
6(50) | ἐρατῆς γὰρ Ἀφροδίτης ἐρατὸν πέφυκεν ἄνθος. Βέλος ἄρχεται κομίζειν ὑπὸ Κύπριδος γελώσης, ἵνα γνῶ, πόσον δαμάζει | |
55 | φλογερὸν βέλος Κυθήρης. Παφίη, χόλῳ μετρήσεις· ὁ χόλος πόθου με βάλλει, ὁ πόθος ῥόδοις με τήκει· πόσα τίς βέλη κομίσσει. | |
60 | Φύσις οὐκ ἔμεινε, Κύπρι, τὰ σὰ μὴ φέρουσα κέντρα. | |
7(1t) | Ἐπιθαλάμια. | |
1 | Γάμιαι πνέουσιν αὖραι, μέλος ὀργάνων δονεῖται, τάχα παστὸν Ἀφροδίτῃ Χαρίτων πλέκουσι κῶμοι. | |
5 | Ὁ δ’ ἔρως ὁ πάντα παίζων, ὁ γένος γένει συνάπτων ἀπ’ ἐλευθέρας φαρέτρας βέλος ἱμέρου τινάσσει. Ὁ γέρων πάρεστι Νεῖλος | |
10 | κεφαλὴν ῥόδοις πυκάσσας, ἵνα σὺν νέοις χορεύσῃ | |
πολιοὺς πόδας τινάσσων. Κιθάρης ἄναξ Ἀπόλλων γάμιον μέλος λιγαίνει· | 373 | |
15 | γλυκεραὶ πάρεισι Μοῦσαι Βρομίῳ γάμους τελοῦσαι. Ὅθεν ἄσμενος προῆλθον ἐπέων μέλος χαράξας, ἵνα σὺν νέοις χορεύσω | |
20 | γαμίους νόμους τελέσσας. | |
8(1t) | Ἐπιθαλάμια. | |
1 | Ἀναβάλλομαι χορεύειν λιγυροῖς μίτοισι κρούων γαμικὸν μέλισμα σεμνόν, βιοτῆς χάρισμα πρῶτον. | |
5 | Τί γάρ, εἰπέ μοι, τίς ὤφθης; κιθάρης μαθὼν ἀταρπόν, τόσον εἰς χρόνον μεθῆκας ἀγέραστα κέντρα πλήκτροις; Ἑλέτω πόθος δ’ ἐκείνης, | |
10 | ἑλέτω μάκαρ λιγαίνειν φίλον εἰς λέχος κιόντα μετὰ σώφρονος συνεύνου. Ἀπὸ πασσάλου δ’ ἀκούσας χέλυν ὡς τάχος καθεῖλον, | |
15 | ἐθέλω δὲ ταῦτα μέλπειν, ὅσα μοι βίος κελεύει. Πόθεν οὖν γένοιτο βαλβίς Ἑλικωνίδος μερίμνης; τίνα δ’ ὡς θέμις προσειπών | |
19 | ******* | |
20 | Ἄγ’ ἔλασσον ἢ τεκόντας γενέτην σὸν ἢ τεκοῦσαν, ἐπέων φέρουσαν εὖχος, | |
γεραροῖς νόμοις κομῶσαν. Χρόνος ἐστὶ ταῦτα βάζειν, | 374 | |
25 | κόρον ἐκ χρόνου δὲ φεύγω, ὅτι θ’ ἥματος μί’ ὥρα χρόνος ἐστὶ τοῖς ποθοῦσιν. Μικρὸν οὖν κόρην προσειπών, μελέων ἐμῶν ἀφορμήν, | |
30 | θαλίης μέλισμα πάσης ἀποπαύσομαι λιγαίνειν. Ἐρατὴ πέλουσα νύμφη, ἐρατοῦ δὲ καὶ γραφεῖσα φιλοσώφρονος συνεύνου, | |
35 | πόσιν ἄξιον μετέρχῃ. Ὅθεν, ὦ μάκαιρα, χαίροις γεραροῖς ζυγεῖσα λέκτροις· τετελεσμένας δ’ ἐς ὥρας | |
πάϊν ἀγκάλαισι φέρβοις. | 375 |